Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.184 Joseph. AJ 4.189 (English) >>Joseph. AJ 4.194

4.187τήν τʼ ἐλευθερίαν ἡγεῖσθε μὴ τὸ προσαγανακτεῖν οἷς ἂν ὑμᾶς οἱ ἡγεμόνες πράττειν ἀξιῶσι· νῦν μὲν γὰρ ἐν τῷ τοὺς εὐεργέτας ὑβρίζειν ἐν τούτῳ τὴν παρρησίαν τίθεσθε, δὴ τοῦ λοιποῦ φυλαττομένοις ὑμῖν ἄμεινον ἕξει τὰ πράγματα· 4.188μηδὲ τὴν ἴσην ἐπὶ τούτοις ὀργήν ποτε λαμβάνετε, κατʼ ἐμοῦ πολλάκις ἐτολμήσατε χρῆσθαι· γινώσκετε γὰρ ὡς πλεονάκις ἐκινδύνευσα ὑφʼ ὑμῶν ἀποθανεῖν ὑπὸ τῶν πολεμίων. 4.189ταῦτα δʼ οὐκ ὀνειδίζειν ὑμᾶς προεθέμην, οὐ γὰρ ἐπʼ ἐξόδου τοῦ ζῆν δυσχεραίνοντας καταλιπεῖν ἠξίουν εἰς τὴν ἀνάμνησιν φέρων μηδὲ παρʼ ὃν ἔπασχον αὐτὰ καιρὸν ἐν ὀργῇ γενόμενος, ἀλλʼ ὥστε τοῦ σωφρονήσειν ὑμᾶς εἰς τὸ μέλλον κατʼ αὐτό γε τοῦτʼ ἀσφαλὲς εἶναι, καὶ μηδὲν εἰς τοὺς προεστηκότας ἐξυβρίσαι διὰ πλοῦτον, ὃς ὑμῖν πολὺς διαβᾶσι τὸν Ἰορδάνην καὶ τὴν Χαναναίαν κτησαμέναις περιστήσεται. 4.190ἐπεὶ προαχθέντες εἰς καταφρόνησιν ὑπʼ αὐτοῦ καὶ τῆς ἀρετῆς ὀλιγωρίαν ἀπολεῖτε καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ θεοῦ, ποιήσαντες δὲ τοῦτον ἐχθρὸν τήν τε γῆν, ἣν κτήσεσθε, κρατηθέντες ὅπλοις ὑπὸ τῶν αὖθις ἀφαιρεθήσεσθε μετὰ μεγίστων ὀνειδῶν καὶ σκεδασθέντες διὰ τῆς οἰκουμένης πᾶσαν ἐμπλήσετε καὶ γῆν καὶ θάλασσαν τῆς αὑτῶν δουλείας. 4.191ἔσται δʼ ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς μετάνοια καὶ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλʼ ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.184 Joseph. AJ 4.189 (English) >>Joseph. AJ 4.194

Powered by PhiloLogic